Premier Livre de Samuel
19,8 καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαουλ, καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ. ( ) 19,9 Καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαουλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυιδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ· ( ) 19,10 καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ, καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ, καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον, καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη. ( ) 19,11 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἶκον Δαυιδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί. καὶ ἀπήγγειλεν τῷ Δαυιδ Μελχολ ἡ γυνὴ αὐτοῦ λέγουσα Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. ( ) 19,12 καὶ κατάγει ἡ Μελχολ τὸν Δαυιδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σῴζεται. ( )

19,13 καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.


( )
19,14 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν. ( ) 19,15 καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων Ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν. ( ) 19,16 καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ. ( ) 19,17 καὶ εἶπεν Σαουλ τῇ Μελχολ Ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη., καὶ εἶπεν Μελχολ τῷ Σαουλ Αὐτὸς εἶπεν Ἐξαπόστειλόν με· εἰ δὲ μή, θανατώσω σε. ( ) 19,18 Καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαουλ, καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 13