Premier Livre de Samuel
19,6 καὶ ἤκουσεν Σαουλ τῆς φωνῆς Ιωναθαν, καὶ ὤμοσεν Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀποθανεῖται. ( ) 19,7 καὶ ἐκάλεσεν Ιωναθαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα, καὶ εἰσήγαγεν Ιωναθαν τὸν Δαυιδ πρὸς Σαουλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν. ( ) 19,8 καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαουλ, καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ. ( ) 19,9 Καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαουλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυιδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ· ( ) 19,10 καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ, καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ, καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον, καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη. ( )

19,11 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἶκον Δαυιδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί. καὶ ἀπήγγειλεν τῷ Δαυιδ Μελχολ ἡ γυνὴ αὐτοῦ λέγουσα Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.


( )
19,12 καὶ κατάγει ἡ Μελχολ τὸν Δαυιδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σῴζεται. ( ) 19,13 καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ. ( ) 19,14 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν. ( ) 19,15 καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων Ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν. ( ) 19,16 καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 13