Premier Livre de Samuel
19,5 καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν· καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυιδ δωρεάν., ( ) 19,6 καὶ ἤκουσεν Σαουλ τῆς φωνῆς Ιωναθαν, καὶ ὤμοσεν Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀποθανεῖται. ( ) 19,7 καὶ ἐκάλεσεν Ιωναθαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα, καὶ εἰσήγαγεν Ιωναθαν τὸν Δαυιδ πρὸς Σαουλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν. ( ) 19,8 καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαουλ, καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ. ( ) 19,9 Καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαουλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυιδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ· ( )

19,10 καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ, καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ, καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον, καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη.


( )
19,11 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἶκον Δαυιδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί. καὶ ἀπήγγειλεν τῷ Δαυιδ Μελχολ ἡ γυνὴ αὐτοῦ λέγουσα Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. ( ) 19,12 καὶ κατάγει ἡ Μελχολ τὸν Δαυιδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σῴζεται. ( ) 19,13 καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ. ( ) 19,14 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν. ( ) 19,15 καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων Ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 13