Premier Livre de Samuel
18,26 καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαουλ τῷ Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ. ( ) 18,27 καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχολ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. ( ) 18,28 καὶ εἶδεν Σαουλ ὅτι κύριος μετὰ Δαυιδ καὶ πᾶς Ισραηλ ἠγάπα αὐτόν, ( ) 18,29 καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυιδ ἔτι. ( ) 19,1 Καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυιδ. καὶ Ιωναθαν υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σφόδρα, ( )

19,2 καὶ ἀπήγγειλεν Ιωναθαν τῷ Δαυιδ λέγων Σαουλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβῇ,


1267 Bible des peuples sur verset 2018-08-27: Les chapitres 19—25 nous racontent la vie de David fugitif. Il devient chef d’une bande de compagnons peu recommandables et il vit avec eux dans les lieux retirés du pays. David n’est pas un “saint”, selon l’image classique. C’est un ami de Dieu comme on pouvait l’être dans la société de l’époque. En dépit de ses fautes, il est l’exemple de ce que Dieu peut faire d’un homme qui se laisse guider par lui. La Bible souligne la grandeur d’âme de David et sa générosité vécue au milieu des proscrits avec tout ce que cela suppose : elle nous le montre conscient de sa mission, prêt à affronter les dangers et soucieux de la formation de ses compagnons. C’est un homme aux intuitions prophétiques. Quand Dieu veut confier une grande mission à quelqu’un, il le sépare souvent de son milieu habituel pour un certain temps. Comme Moïse, David va aussi au désert.

( )
19,3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι. ( ) 19,4 καὶ ἐλάλησεν Ιωναθαν περὶ Δαυιδ ἀγαθὰ πρὸς Σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν Μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυιδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα, ( ) 19,5 καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν· καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυιδ δωρεάν., ( ) 19,6 καὶ ἤκουσεν Σαουλ τῆς φωνῆς Ιωναθαν, καὶ ὤμοσεν Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀποθανεῖται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 13