Premier Livre de Samuel
18,25 καὶ εἶπεν Σαουλ Τάδε ἐρεῖτε τῷ Δαυιδ Οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι εἰς ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων. ( ) 18,26 καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαουλ τῷ Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ. ( ) 18,27 καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχολ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. ( ) 18,28 καὶ εἶδεν Σαουλ ὅτι κύριος μετὰ Δαυιδ καὶ πᾶς Ισραηλ ἠγάπα αὐτόν, ( ) 18,29 καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυιδ ἔτι. ( )

19,1 Καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυιδ. καὶ Ιωναθαν υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σφόδρα,


( )
19,2 καὶ ἀπήγγειλεν Ιωναθαν τῷ Δαυιδ λέγων Σαουλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβῇ, ( ) 19,3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι. ( ) 19,4 καὶ ἐλάλησεν Ιωναθαν περὶ Δαυιδ ἀγαθὰ πρὸς Σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν Μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυιδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα, ( ) 19,5 καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν· καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυιδ δωρεάν., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 13