Premier Livre de Samuel
18,20 Καὶ ἠγάπησεν Μελχολ ἡ θυγάτηρ Σαουλ τὸν Δαυιδ, καὶ ἀπηγγέλη Σαουλ, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς αὐτοῦ. ( 2S 6,16 , ) 18,21 καὶ εἶπεν Σαουλ Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαουλ χεὶρ ἀλλοφύλων· ( ) 18,22 καὶ ἐνετείλατο Σαουλ τοῖς παισὶν αὐτοῦ λέγων Λαλήσατε ὑμεῖς λάθρᾳ τῷ Δαυιδ λέγοντες Ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ. ( ) 18,23 καὶ ἐλάλησαν οἱ παῖδες Σαουλ εἰς τὰ ὦτα Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εἶπεν Δαυιδ Εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ., κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος. ( ) 18,24 καὶ ἀπήγγειλαν οἱ παῖδες Σαουλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν Δαυιδ. ( )

18,25 καὶ εἶπεν Σαουλ Τάδε ἐρεῖτε τῷ Δαυιδ Οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι εἰς ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων.


( )
18,26 καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαουλ τῷ Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ. ( ) 18,27 καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχολ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 13