Premier Livre de Samuel
16,4 καὶ ἐποίησεν Σαμουηλ πάντα, ἃ ἐλάλησεν αὐτῷ κύριος, καὶ ἦλθεν εἰς Βηθλεεμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν Εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων., ( ) 16,5 καὶ εἶπεν Εἰρήνη· θῦσαι τῷ κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ ἐμοῦ σήμερον. καὶ ἡγίασεν τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν. ( ) 16,6 καὶ ἐγενήθη ἐν τῷ αὐτοὺς εἰσιέναι καὶ εἶδεν τὸν Ελιαβ καὶ εἶπεν Ἀλλὰ καὶ ἐνώπιον κυρίου χριστὸς αὐτοῦ. ( ) 16,7 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν. ( ) 16,8 καὶ ἐκάλεσεν Ιεσσαι τὸν Αμιναδαβ, καὶ παρῆλθεν κατὰ πρόσωπον Σαμουηλ· καὶ εἶπεν Οὐδὲ τοῦτον ἐξελέξατο κύριος. ( )

16,9 καὶ παρήγαγεν Ιεσσαι τὸν Σαμα· καὶ εἶπεν Καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο κύριος.


( )
16,10 καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουηλ· καὶ εἶπεν Σαμουηλ Οὐκ ἐξελέξατο κύριος ἐν τούτοις. ( ) 16,11 καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι Ἐκλελοίπασιν τὰ παιδάρια., καὶ εἶπεν Ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι Ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν. ( ) 16,12 καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν· καὶ οὗτος πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει κυρίῳ· καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἀνάστα καὶ χρῖσον τὸν Δαυιδ, ὅτι οὗτος ἀγαθός ἐστιν. ( Gn 12,3 , ) 16,13 καὶ ἔλαβεν Σαμουηλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλθεν εἰς Αρμαθαιμ. ( ) 16,14 Καὶ πνεῦμα κυρίου ἀπέστη ἀπὸ Σαουλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ κυρίου. ( )



trouve dans 1 passage(s): Dieu donne un Roi à Israël,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 13