Premier Livre de Samuel
14,39 ὅτι ζῇ κύριος ὁ σώσας τὸν Ισραηλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ιωναθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ. ( ) 14,40 καὶ εἶπεν παντὶ Ισραηλ Ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ιωναθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. ( ) 14,41 καὶ εἶπεν Σαουλ Κύριε ὁ θεὸς Ισραηλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον., εἰ ἐν ἐμοὶ ἢ ἐν Ιωναθαν τῷ υἱῷ μου ἡ ἀδικία, κύριε ὁ θεὸς Ισραηλ, δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς Ἐν τῷ λαῷ σου Ισραηλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ιωναθαν καὶ Σαουλ, καὶ ὁ ( ) 14,42 καὶ εἶπεν Σαουλ Βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ιωναθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Οὐκ ἔστιν τὸ ῥῆμα τοῦτο. καὶ κατεκράτησεν Σαουλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ιωναθαν τοῦ ( ) 14,43 καὶ εἶπεν Σαουλ πρὸς Ιωναθαν Ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ Ιωναθαν καὶ εἶπεν Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι· ἰδοὺ ἐγὼ ἀποθνῄσκω. ( )

14,44 καὶ εἶπεν αὐτῷ Σαουλ Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον.


( )
14,45 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ισραηλ., ζῇ κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ θεοῦ ἐποίησεν τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ Ιωναθαν ( ) 14,46 καὶ ἀνέβη Σαουλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν. ( ) 14,47 Καὶ Σαουλ κατακληροῦται ἔργον ἐπὶ Ισραηλ. καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιθεωρ καὶ εἰς βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσῴζετο. ( ) 14,48 καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Αμαληκ καὶ ἐξείλατο τὸν Ισραηλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν. ( ) 14,49 καὶ ἦσαν υἱοὶ Σαουλ Ιωναθαν καὶ Ιεσσιου καὶ Μελχισα· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μεροβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχολ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 12