Livre de la Genèse
27,25 καὶ εἶπεν Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήγαγεν αὐτῷ, καὶ ἔφαγεν· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιεν. ( ) 27,26 καὶ εἶπεν αὐτῷ Ισαακ ὁ πατὴρ αὐτοῦ Ἔγγισόν μοι καὶ φίλησόν με, τέκνον. ( ) 27,27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν ηὐλόγησεν κύριος. ( ) 27,28 καὶ δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου. ( ) 27,29 καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνήσουσίν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος. ( )

27,30 Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ισαακ εὐλογοῦντα Ιακωβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο ὡς ἐξῆλθεν Ιακωβ ἀπὸ προσώπου Ισαακ τοῦ πατρὸς αὐτοῦ, καὶ Ησαυ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.


( )
27,31 καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν τῷ πατρί Ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. ( ) 27,32 καὶ εἶπεν αὐτῷ Ισαακ ὁ πατὴρ αὐτοῦ Τίς εἶ σύ., ὁ δὲ εἶπεν Ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ησαυ. ( ) 27,33 ἐξέστη δὲ Ισαακ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν Τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι., καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε ἐλθεῖν καὶ ηὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔστω. ( ) 27,34 ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ησαυ τὰ ῥήματα Ισαακ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν Εὐλόγησον δὴ κἀμέ, πάτερ. ( ) 27,35 εἶπεν δὲ αὐτῷ Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου. ( )
1 IMAGE
Responsive image


trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: