Premier Livre de Samuel
14,29 καὶ ἔγνω Ιωναθαν καὶ εἶπεν Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου· ( ) 14,30 ἀλλ ὅτι εἰ ἔφαγεν ἔσθων ὁ λαὸς σήμερον τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἐν τοῖς ἀλλοφύλοις. ( ) 14,31 καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχεμας, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα. ( ) 14,32 καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι. ( ) 14,33 καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες Ἡμάρτηκεν ὁ λαὸς τῷ κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπεν Σαουλ ἐν Γεθθεμ Κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν. ( )

14,34 καὶ εἶπεν Σαουλ Διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν πᾶς ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρ


( )
14,35 καὶ ᾠκοδόμησεν ἐκεῖ Σαουλ θυσιαστήριον τῷ κυρίῳ· τοῦτο ἤρξατο Σαουλ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ. ( ) 14,36 Καὶ εἶπεν Σαουλ Καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς, ἕως διαφαύσῃ ἡ ἡμέρα, καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν Πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς Προσέλθωμεν ἐνταῦθα πρὸς τὸν θεόν. ( ) 14,37 καὶ ἐπηρώτησεν Σαουλ τὸν θεόν Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων., εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ισραηλ., καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ( ) 14,38 καὶ εἶπεν Σαουλ Προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ισραηλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον· ( ) 14,39 ὅτι ζῇ κύριος ὁ σώσας τὸν Ισραηλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ιωναθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 12