Premier Livre de Samuel
14,19 καὶ ἐγενήθη ὡς ἐλάλει Σαουλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν· καὶ εἶπεν Σαουλ πρὸς τὸν ἱερέα Συνάγαγε τὰς χεῖράς σου. ( ) 14,20 καὶ ἀνεβόησεν Σαουλ καὶ πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα. ( ) 14,21 καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ισραηλ τῶν μετὰ Σαουλ καὶ Ιωναθαν. ( ) 14,22 καὶ πᾶς Ισραηλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Εφραιμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον. ( ) 14,23 καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ. Καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαιθων, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εφραιμ. ( )

14,24 καὶ Σαουλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου.


( )
14,25 καὶ πᾶσα ἡ γῆ ἠρίστα. καὶ ιααρ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ, ( ) 14,26 καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου. ( ) 14,27 καὶ Ιωναθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. ( ) 14,28 καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν Ὁρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη ὁ λαός. ( ) 14,29 καὶ ἔγνω Ιωναθαν καὶ εἶπεν Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 12