Premier Livre de Samuel
10,13 καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν. ( ) 10,14 καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ Ποῦ ἐπορεύθητε., καὶ εἶπαν Ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν, καὶ εἰσήλθομεν πρὸς Σαμουηλ. ( ) 10,15 καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ Ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ. ( ) 10,16 καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ Ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ. ( ) 10,17 Καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφα ( )

10,18 καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ Τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων Ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς·


( )
10,19 καὶ ὑμεῖς σήμερον ἐξουθενήκατε τὸν θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε Οὐχί, ἀλλ ἢ ὅτι βασιλέα στήσεις ἐφ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν. ( ) 10,20 καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν· ( ) 10,21 καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρι· καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας, καὶ κατακληροῦται Σαουλ υἱὸς Κις. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο. ( ) 10,22 καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ Εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα., καὶ εἶπεν κύριος Ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν. ( ) 10,23 καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 12