Premier Livre de Samuel
10,12 καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπεν Καὶ τίς πατὴρ αὐτοῦ., διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν Ἦ καὶ Σαουλ ἐν προφήταις., ( ) 10,13 καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν. ( ) 10,14 καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ Ποῦ ἐπορεύθητε., καὶ εἶπαν Ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν, καὶ εἰσήλθομεν πρὸς Σαμουηλ. ( ) 10,15 καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ Ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ. ( ) 10,16 καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ Ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ. ( )

10,17 Καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφα


1252 Bible des peuples sur verset 2018-08-27: C’est la suite du chapitre 8 : un autre récit de l’élection de Saül qui ne contredit pas trop ouvertement le chapitre précédent puisque Samuel avait consacré Saül secrètement. L’important ici, c’est que la Bible nous présente le même événement raconté par deux hommes de convictions opposées. Le premier considère que l’institution des rois est un bien et qu’elle est conforme au plan de Dieu (chapitres 9—10) ; le second (1Samuel 8 et 10.17-19) y voit une dangereuse innovation tolérée par Dieu.

( )
10,18 καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ Τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων Ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς· ( ) 10,19 καὶ ὑμεῖς σήμερον ἐξουθενήκατε τὸν θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε Οὐχί, ἀλλ ἢ ὅτι βασιλέα στήσεις ἐφ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν. ( ) 10,20 καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν· ( ) 10,21 καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρι· καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας, καὶ κατακληροῦται Σαουλ υἱὸς Κις. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο. ( ) 10,22 καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ Εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα., καὶ εἶπεν κύριος Ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 12