Premier Livre de Samuel
10,10 καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξ ἐναντίας αὐτοῦ· καὶ ἥλατο ἐπ αὐτὸν πνεῦμα θεοῦ, καὶ ἐπροφήτευσεν ἐν μέσῳ αὐτῶν. ( ) 10,11 καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν, καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κις., ἦ καὶ Σαουλ ἐν προφήταις., ( ) 10,12 καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπεν Καὶ τίς πατὴρ αὐτοῦ., διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν Ἦ καὶ Σαουλ ἐν προφήταις., ( ) 10,13 καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν. ( ) 10,14 καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ Ποῦ ἐπορεύθητε., καὶ εἶπαν Ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν, καὶ εἰσήλθομεν πρὸς Σαμουηλ. ( )

10,15 καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ Ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ.


( )
10,16 καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ Ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ. ( ) 10,17 Καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφα ( ) 10,18 καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ Τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων Ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς· ( ) 10,19 καὶ ὑμεῖς σήμερον ἐξουθενήκατε τὸν θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε Οὐχί, ἀλλ ἢ ὅτι βασιλέα στήσεις ἐφ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν. ( ) 10,20 καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 12