Premier Livre de Samuel
9,6 καὶ εἶπεν αὐτῷ τὸ παιδάριον Ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν, ὃ ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐφ ἣν ἐπορεύθημεν ἐπ αὐτήν. ( ) 9,7 καὶ εἶπεν Σαουλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ αὐτοῦ Καὶ ἰδοὺ πορευσόμεθα, καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ., ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστιν μεθ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ θεοῦ τὸ ὑπάρχον ἡμῖν. ( ) 9,8 καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαουλ καὶ εἶπεν Ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν. ( ) 9,9 καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν θεόν Δεῦρο πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν Ὁ βλέπων. ( ) 9,10 καὶ εἶπεν Σαουλ πρὸς τὸ παιδάριον αὐτοῦ Ἀγαθὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευθῶμεν. καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν, οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος τοῦ θεοῦ. ( )

9,11 αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύσασθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς Εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων.,


19588 Bible des Peuples sur titre chapitre 2023-11-11: Samuel consacre Saül

1249 Bible des peuples sur verset 2018-08-27: Saül et son serviteur vont trouver Samuel comme le font beaucoup d’autres Israélites : à leurs yeux, le prophète est un devin, et il saura où se trouvent les ânesses. Cette démarche ne doit pas nous surprendre. Pendant des siècles ceux qui se consacraient à la science des astres gagnaient leur vie en dressant des horoscopes et répondaient aux consultations les plus variées. Ensuite la science s’est libérée. De même, dans les débuts de l’histoire d’Israël, le prophète ne se distingue guère des devins, astrologues et autres personnages qui prétendent connaître ce que les hommes ordinaires ne peuvent savoir ; on vient les consulter comme le fait Saül pour n’importe quoi. Mais bientôt le prophétisme prendra en Israël une orientation tout à fait originale : le prophète sera le porte-parole de Dieu, celui qui révèle le mystère de Dieu et qui appelle les hommes à la conversion.

( )
9,12 καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς Ἔστιν, ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμα· ( ) 9,13 ὡς ἂν εἰσέλθητε τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμα τοῦ φαγεῖν, ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσε ( ) 9,14 καὶ ἀναβαίνουσιν τὴν πόλιν. αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμα. ( ) 9,15 καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαουλ λέγων ( ) 9,16 Ὡς ὁ καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμιν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθεν βοὴ αὐτῶν πρός με. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 12