Premier Livre de Samuel
8,22 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἄκουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα. καὶ εἶπεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ Ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ. ( ) 9,1 Καὶ ἦν ἀνὴρ ἐξ υἱῶν Βενιαμιν, καὶ ὄνομα αὐτῷ Κις υἱὸς Αβιηλ υἱοῦ Σαρεδ υἱοῦ Βαχιρ υἱοῦ Αφεκ υἱοῦ ἀνδρὸς Ιεμιναίου, ἀνὴρ δυνατός. ( ) 9,2 καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαουλ, εὐμεγέθης, ἀνὴρ ἀγαθός, καὶ οὐκ ἦν ἐν υἱοῖς Ισραηλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν. ( ) 9,3 καὶ ἀπώλοντο αἱ ὄνοι Κις πατρὸς Σαουλ, καὶ εἶπεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτοῦ Λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους. ( ) 9,4 καὶ διῆλθον δι ὄρους Εφραιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον· καὶ διῆλθον διὰ τῆς γῆς Εασακεμ, καὶ οὐκ ἦν· καὶ διῆλθον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον. ( )

9,5 αὐτῶν ἐλθόντων εἰς τὴν Σιφ καὶ Σαουλ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ αὐτοῦ Δεῦρο καὶ ἀναστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζῃ περὶ ἡμῶν.


( )
9,6 καὶ εἶπεν αὐτῷ τὸ παιδάριον Ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν, ὃ ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐφ ἣν ἐπορεύθημεν ἐπ αὐτήν. ( ) 9,7 καὶ εἶπεν Σαουλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ αὐτοῦ Καὶ ἰδοὺ πορευσόμεθα, καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ., ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστιν μεθ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ θεοῦ τὸ ὑπάρχον ἡμῖν. ( ) 9,8 καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαουλ καὶ εἶπεν Ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν. ( ) 9,9 καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν θεόν Δεῦρο πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν Ὁ βλέπων. ( ) 9,10 καὶ εἶπεν Σαουλ πρὸς τὸ παιδάριον αὐτοῦ Ἀγαθὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευθῶμεν. καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν, οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος τοῦ θεοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 12