Premier Livre de Samuel
4,10 καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ισραηλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα, καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων. ( ) 4,11 καὶ κιβωτὸς θεοῦ ἐλήμφθη, καὶ ἀμφότεροι υἱοὶ Ηλι ἀπέθανον, Οφνι καὶ Φινεες. ( ) 4,12 Καὶ ἔδραμεν ἀνὴρ Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλωμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. ( ) 4,13 καὶ ἦλθεν, καὶ ἰδοὺ Ηλι ἐκάθητο ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν, ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις. ( ) 4,14 καὶ ἤκουσεν Ηλι τὴν φωνὴν τῆς βοῆς καὶ εἶπεν Τίς ἡ βοὴ τῆς φωνῆς ταύτης., καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ Ηλι. ( )

4,15 καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπεν· καὶ εἶπεν Ηλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ Τίς ἡ φωνὴ τοῦ ἤχους τούτου.,


( )
4,16 καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθεν πρὸς Ηλι καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Τί τὸ γεγονὸς ῥῆμα, τέκνον., ( ) 4,17 καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπεν Πέφευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασιν, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ ἐλήμφθη. ( ) 4,18 καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη. ( ) 4,19 Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεες συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς τοῦ θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ὤκλασεν καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ αὐτὴν ὠδῖνες αὐτῆς. ( ) 4,20 καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνῄσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ Μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 11