Premier Livre de Samuel
3,17 καὶ εἶπεν Τί τὸ ῥῆμα τὸ λαληθὲν πρὸς σέ., μὴ δὴ κρύψῃς ἀπ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου. ( ) 3,18 καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ αὐτοῦ, καὶ εἶπεν Ηλι Κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει. ( ) 3,19 Καὶ ἐμεγαλύνθη Σαμουηλ, καὶ ἦν κύριος μετ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. ( ) 3,20 καὶ ἔγνωσαν πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τῷ κυρίῳ. ( ) 3,21 καὶ προσέθετο κύριος δηλωθῆναι ἐν Σηλωμ, ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ· καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ηλι πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ( )

4,1 Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἐξῆλθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Αφεκ.


19583 Bible des Peuples sur titre chapitre 2023-11-11: La défaite : l'Arche est capturée

1242 Bible des peuples sur verset 2018-08-27: Les Israélites recherchent la protection de Yahvé dans leur guerre contre les Philistins. Ils vont chercher l’arche, pensant qu’ils vont obliger Yahvé à leur donner la victoire. Ainsi, parce qu’il doute souvent de son Dieu, l’homme préfère compter sur ses “porte-bonheur”. Mais Dieu ne se soucie guère de l’arche sacrée ; il n’est pas non plus au service d’un peuple superstitieux : il a jugé meilleur de lui faire payer le prix de son infidélité. C’est la raison pour laquelle Dieu ne répond pas : l’arche sacrée tombe aux mains des ennemis et le peuple est massacré.

( Ps 77,59 , )
4,2 καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν. ( ) 4,3 καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ Κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων., λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλωμ, καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν. ( ) 4,4 καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλωμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν κυρίου καθημένου χερουβιμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ηλι μετὰ τῆς κιβωτοῦ, Οφνι καὶ Φινεες. ( Ex 25,18 , Nb 7,89 ) 4,5 καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς Ισραηλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ. ( ) 4,6 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι Τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολῇ τῶν Εβραίων., καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 11