Premier Livre de Samuel
3,14 ὤμοσα τῷ οἴκῳ Ηλι Εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ηλι ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος. ( ) 3,15 καὶ κοιμᾶται Σαμουηλ ἕως πρωὶ καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου κυρίου· καὶ Σαμουηλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ηλι. ( ) 3,16 καὶ εἶπεν Ηλι πρὸς Σαμουηλ Σαμουηλ τέκνον· καὶ εἶπεν Ἰδοὺ ἐγώ. ( ) 3,17 καὶ εἶπεν Τί τὸ ῥῆμα τὸ λαληθὲν πρὸς σέ., μὴ δὴ κρύψῃς ἀπ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου. ( ) 3,18 καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ αὐτοῦ, καὶ εἶπεν Ηλι Κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει. ( )

3,19 Καὶ ἐμεγαλύνθη Σαμουηλ, καὶ ἦν κύριος μετ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν.


( )
3,20 καὶ ἔγνωσαν πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τῷ κυρίῳ. ( ) 3,21 καὶ προσέθετο κύριος δηλωθῆναι ἐν Σηλωμ, ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ· καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ηλι πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ( ) 4,1 Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἐξῆλθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Αφεκ. ( Ps 77,59 , ) 4,2 καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν. ( ) 4,3 καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ Κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων., λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλωμ, καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν. ( )



trouve dans 1 passage(s): Appel de Samuel,
trouve dans 1 liturgie(s): Dimanche-2-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 11