Premier Livre de Samuel
2,36 καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων Παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον. ( ) 3,1 Καὶ τὸ παιδάριον Σαμουηλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ηλι τοῦ ἱερέως· καὶ ῥῆμα κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα. ( ) 3,2 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ηλι ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύνατο βλέπειν, ( ) 3,3 καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουηλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ θεοῦ, ( ) 3,4 καὶ ἐκάλεσεν κύριος Σαμουηλ Σαμουηλ· καὶ εἶπεν Ἰδοὺ ἐγώ. ( )

3,5 καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεφε κάθευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν.


( )
3,6 καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ· καὶ ἐπορεύθη πρὸς Ηλι τὸ δεύτερον καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεφε κάθευδε· ( ) 3,7 καὶ Σαμουηλ πρὶν ἢ γνῶναι θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα κυρίου. ( ) 3,8 καὶ προσέθετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριον, ( ) 3,9 καὶ εἶπεν Ἀνάστρεφε κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουηλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ. ( ) 3,10 καὶ ἦλθεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπεν Σαμουηλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. ( )



trouve dans 1 passage(s): Appel de Samuel,
trouve dans 1 liturgie(s): Dimanche-2-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 11