Premier Livre de Samuel
2,30 διὰ τοῦτο τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ Εἶπα Ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησιν κύριος Μηδαμῶς ἐμοί, ὅτι ἀλλ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται. ( ) 2,31 ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου, ( ) 2,32 καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας· ( ) 2,33 καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλιπεῖν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν. ( ) 2,34 καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οφνι καὶ Φινεες· ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται ἀμφότεροι. ( )

2,35 καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.


1238 Bible des peuples sur verset 2018-08-27: Ce prêtre fidèle, c’est en réalité Sadoq avec sa descendance, ceux qui un jour deviendraient les grands prêtres d’Israël. L’auteur de ce récit pensait certainement au remplacement d’Abiathar, descendant de Héli, par Sadoq ; l’événement nous est rapporté en 1Rois 2.27

( 1R 2,27 , )
2,36 καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων Παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον. ( ) 3,1 Καὶ τὸ παιδάριον Σαμουηλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ηλι τοῦ ἱερέως· καὶ ῥῆμα κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα. ( ) 3,2 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ηλι ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύνατο βλέπειν, ( ) 3,3 καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουηλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ θεοῦ, ( ) 3,4 καὶ ἐκάλεσεν κύριος Σαμουηλ Σαμουηλ· καὶ εἶπεν Ἰδοὺ ἐγώ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 1 document(s) de référence: Doctrine Sociale de l'Eglise Catholique § 378,
Lu dans le marathon de la parole: Voir heure 11