Livre de la Genèse
26,30 καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον· ( ) 26,31 καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ, καὶ ἀπῴχοντο ἀπ αὐτοῦ μετὰ σωτηρίας. ( ) 26,32 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν Οὐχ εὕρομεν ὕδωρ. ( Gn 21,31 , ) 26,33 καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος· διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας. ( ) 26,34 Ἦν δὲ Ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα Ιουδιν τὴν θυγατέρα Βεηρ τοῦ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων τοῦ Ευαίου. ( )

26,35 καὶ ἦσαν ἐρίζουσαι τῷ Ισαακ καὶ τῇ Ρεβεκκα.


420 Olivier (Les légendes des Juifs) sur verset 2011-10-19: Rebecca donne sa bénédiction maternelle après qu'Isaac a expliqué qu'il n'était pas encore marié car par respect pour son père il ne voulait pas épouser une cananéenne comme son frère: "Puisse le Seigneur du monde t'aimer comme le cœur de ta mère se réjouit en toi et puisse-t-il te bénir."

( )
27,1 Ἐγένετο δὲ μετὰ τὸ γηρᾶσαι Ισαακ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ησαυ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ Υἱέ μου· καὶ εἶπεν Ἰδοὺ ἐγώ. ( ) 27,2 καὶ εἶπεν Ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου· ( ) 27,3 νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν ( ) 27,4 καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με. ( ) 27,5 Ρεβεκκα δὲ ἤκουσεν λαλοῦντος Ισαακ πρὸς Ησαυ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ Ησαυ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: