Premier Livre de Samuel
1,12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς· ( ) 1,13 καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν. ( ) 1,14 καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι Ἕως πότε μεθυσθήσῃ., περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου. ( ) 1,15 καὶ ἀπεκρίθη Αννα καὶ εἶπεν Οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου· ( ) 1,16 μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν. ( )

1,17 καὶ ἀπεκρίθη Ηλι καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ θεὸς Ισραηλ δῴη σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ αὐτοῦ.


( )
1,18 καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι. ( ) 1,19 καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν Ελκανα εἰς τὸν οἶκον αὐτοῦ Αρμαθαιμ καὶ ἔγνω τὴν Ανναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς κύριος, ( ) 1,20 καὶ συνέλαβεν. καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουηλ καὶ εἶπεν Ὅτι παρὰ κυρίου θεοῦ σαβαωθ ᾐτησάμην αὐτόν. ( ) 1,21 Καὶ ἀνέβη ὁ ἄνθρωπος Ελκανα καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλωμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ· ( ) 1,22 καὶ Αννα οὐκ ἀνέβη μετ αὐτοῦ, ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς Ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 11