Premier Livre de Samuel
1,8 καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Αννα. καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγώ, κύριε. καὶ εἶπεν αὐτῇ Τί ἐστίν σοι, ὅτι κλαίεις., καὶ ἵνα τί οὐκ ἐσθίεις., καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου., οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα., ( ) 1,9 καὶ ἀνέστη Αννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ κυρίου. ( ) 1,10 καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν ( ) 1,11 καὶ ηὔξατο εὐχὴν κυρίῳ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίε ( ) 1,12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς· ( )

1,13 καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν.


( )
1,14 καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι Ἕως πότε μεθυσθήσῃ., περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου. ( ) 1,15 καὶ ἀπεκρίθη Αννα καὶ εἶπεν Οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου· ( ) 1,16 μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν. ( ) 1,17 καὶ ἀπεκρίθη Ηλι καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ θεὸς Ισραηλ δῴη σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ αὐτοῦ. ( ) 1,18 καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 11