Livre de Ruth
4,10 καί γε Ρουθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλων κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμε ( ) 4,11 καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ Μάρτυρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν Δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχηλ καὶ ὡς Λειαν, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν Εφραθα, καὶ ἔσται ὄνομα ἐν Βα ( ) 4,12 καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρες, ὃν ἔτεκεν Θαμαρ τῷ Ιουδα, ἐκ τοῦ σπέρματος, οὗ δώσει κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης. ( ) 4,13 καὶ ἔλαβεν Βοος τὴν Ρουθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν, καὶ ἔτεκεν υἱόν. ( ) 4,14 καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμιν Εὐλογητὸς κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ισραηλ, ( )

4,15 καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη σου ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.


( )
4,16 καὶ ἔλαβεν Νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν. ( ) 4,17 καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι Ἐτέχθη υἱὸς τῇ Νωεμιν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ωβηδ· οὗτος πατὴρ Ιεσσαι πατρὸς Δαυιδ. ( ) 4,18 Καὶ αὗται αἱ γενέσεις Φαρες· Φαρες ἐγέννησεν τὸν Εσρων, ( ) 4,19 Εσρων δὲ ἐγέννησεν τὸν Αρραν, καὶ Αρραν ἐγέννησεν τὸν Αμιναδαβ, ( ) 4,20 καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων, καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμαν, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: