Livre de Ruth
3,11 καὶ νῦν, θύγατερ, μὴ φοβοῦ· πάντα, ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· οἶδεν γὰρ πᾶσα φυλὴ λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἶ σύ, ( ) 3,12 καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι, καί γε ἔστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ. ( ) 3,13 αὐλίσθητι τὴν νύκτα, καὶ ἔσται τὸ πρωί, ἐὰν ἀγχιστεύσῃ σε, ἀγαθόν, ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ, ζῇ κύριος· κοιμήθητι ἕως πρωί. ( ) 3,14 καὶ ἐκοιμήθη πρὸς ποδῶν αὐτοῦ ἕως πρωί. ἡ δὲ ἀνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ· καὶ εἶπεν Βοος Μὴ γνωσθήτω ὅτι ἦλθεν γυνὴ εἰς τὸν ἅλωνα. ( ) 3,15 καὶ εἶπεν αὐτῇ Φέρε τὸ περίζωμα τὸ ἐπάνω σου. καὶ ἐκράτησεν αὐτό, καὶ ἐμέτρησεν ἓξ κριθῶν καὶ ἐπέθηκεν ἐπ αὐτήν· καὶ εἰσῆλθεν εἰς τὴν πόλιν. ( )

3,16 καὶ Ρουθ εἰσῆλθεν πρὸς τὴν πενθερὰν αὐτῆς· ἡ δὲ εἶπεν Τίς εἶ, θύγατερ· καὶ εἶπεν αὐτῇ πάντα, ὅσα ἐποίησεν αὐτῇ ὁ ἀνήρ.


( )
3,17 καὶ εἶπεν αὐτῇ Τὰ ἓξ τῶν κριθῶν ταῦτα ἔδωκέν μοι, ὅτι εἶπεν πρός με Μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου. ( ) 3,18 ἡ δὲ εἶπεν Κάθου, θύγατερ, ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ῥῆμα· οὐ γὰρ μὴ ἡσυχάσῃ ὁ ἀνήρ, ἕως ἂν τελέσῃ τὸ ῥῆμα σήμερον. ( ) 4,1 Καὶ Βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο, ὃν εἶπεν Βοος. καὶ εἶπεν πρὸς αὐτὸν Βοος Ἐκκλίνας κάθισον ὧδε, κρύφιε· καὶ ἐξέκλινεν καὶ ἐκάθισεν. ( ) 4,2 καὶ ἔλαβεν Βοος δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπεν Καθίσατε ὧδε· καὶ ἐκάθισαν. ( ) 4,3 καὶ εἶπεν Βοος τῷ ἀγχιστεῖ Τὴν μερίδα τοῦ ἀγροῦ, ἥ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Αβιμελεχ, ἣ δέδοται Νωεμιν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωαβ, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: