Livre de Ruth
2,19 καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς Ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας., εἴη ὁ ἐπιγνούς σε εὐλογημένος. καὶ ἀπήγγειλεν Ρουθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησεν, καὶ εἶπεν Τὸ ὄνομα τοῦ ἀνδρός, μεθ οὗ ἐποίησα σήμερον, Βοος. ( ) 2,20 καὶ εἶπεν Νωεμιν τῇ νύμφῃ αὐτῆς Εὐλογητός ἐστιν τῷ κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμιν Ἐγγίζει ἡμῖν ὁ ἀνὴρ, ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν. ( ) 2,21 καὶ εἶπεν Ρουθ πρὸς τὴν πενθερὰν αὐτῆς Καί γε ὅτι εἶπεν πρός με Μετὰ τῶν παιδαρίων μου προσκολλήθητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν, ὃς ὑπάρχει μοι. ( ) 2,22 καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ τὴν νύμφην αὐτῆς Ἀγαθόν, θύγατερ, ὅτι ἐπορεύθης μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ. ( ) 2,23 καὶ προσεκολλήθη Ρουθ τοῖς κορασίοις Βοος συλλέγειν ἕως οὗ συνετέλεσεν τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν. καὶ ἐκάθισεν μετὰ τῆς πενθερᾶς αὐτῆς. ( )

3,1 Εἶπεν δὲ αὐτῇ Νωεμιν ἡ πενθερὰ αὐτῆς Θύγατερ, οὐ μὴ ζητήσω σοι ἀνάπαυσιν, ἵνα εὖ γένηταί σοι.,


19576 Bible des Peuples sur titre chapitre 2023-11-11: Elle alla se coucher à ses pieds

2649 Bible des peuples sur verset 2018-11-27: Pourquoi Ruth veut-elle que Booz soit son mari ? Pour obéir à la coutume du “Lévirat” mentionnée au chapitre 38 de la Genèse. Quand un homme mourait sans enfants, le devoir sacré de sa veuve était de se marier avec le plus proche parent du défunt. Le premier fils qu’elle aurait de lui porterait le nom de son mari défunt et serait considéré comme son fils. Ceci explique le sacrifice de Ruth. Elle renonce à se marier avec un homme jeune et accepte d’être la femme d’un homme plus âgé parce que cet homme, Booz, est celui qui peut lui donner un fils “pour” son mari défunt. C’est ainsi que Ruth entre dans le mystérieux plan de Dieu qui la prédestinait à figurer parmi les ancêtres du Christ (voir Matthieu 1.5).

( )
3,2 καὶ νῦν οὐχὶ Βοος γνώριμος ἡμῶν, οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ., ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί. ( ) 3,3 σὺ δὲ λούσῃ καὶ ἀλείψῃ καὶ περιθήσεις τὸν ἱματισμόν σου ἐπὶ σεαυτῇ καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω· μὴ γνωρισθῇς τῷ ἀνδρὶ ἕως οὗ συντελέσαι αὐτὸν πιεῖν καὶ φαγεῖν· ( ) 3,4 καὶ ἔσται ἐν τῷ κοιμηθῆναι αὐτόν, καὶ γνώσῃ τὸν τόπον, ὅπου κοιμᾶται ἐκεῖ, καὶ ἐλεύσῃ καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ καὶ κοιμηθήσῃ, καὶ αὐτὸς ἀπαγγελεῖ σοι ἃ ποιήσεις. ( ) 3,5 εἶπεν δὲ Ρουθ πρὸς αὐτήν Πάντα, ὅσα ἐὰν εἴπῃς, ποιήσω. ( ) 3,6 καὶ κατέβη εἰς τὸν ἅλω καὶ ἐποίησεν κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῇ ἡ πενθερὰ αὐτῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: