Livre de Ruth
1,16 εἶπεν δὲ Ρουθ Μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ θεός σου θεός μου· ( ) 1,17 καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. ( ) 1,18 ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ αὐτῆς, ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι. ( ) 1,19 ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ. καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ αὐταῖς καὶ εἶπον Αὕτη ἐστὶν Νωεμιν., ( ) 1,20 καὶ εἶπεν πρὸς αὐτάς Μὴ δὴ καλεῖτέ με Νωεμιν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα· ( )

1,21 ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέν με ὁ κύριος· καὶ ἵνα τί καλεῖτέ με Νωεμιν., καὶ κύριος ἐταπείνωσέν με, καὶ ὁ ἱκανὸς ἐκάκωσέν με.


2648 Bible des peuples sur verset 2018-11-27: Le texte dit : El Shaddaï. C’est un nom qu’on rencontre plus de trente fois dans le livre de Job, six fois dans la Genèse, et dix fois dans le reste de la Bible. Il semble qu’au début ce nom venu de l’Assyrie désignait le Dieu des Steppes, et son emploi dans un texte lui donnait une saveur primitive. Dans le livre plus tardif de Job il est devenu l’équivalent du Tout Puissant. Étant donné que le livre de Ruth veut apparaître comme une histoire ancienne, nous avons gardé le sens ancien.

( )
1,22 καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωαβ· αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν. ( Mc 1,1 , ) 2,1 Καὶ τῇ Νωεμιν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τῆς συγγενείας Αβιμελεχ, καὶ ὄνομα αὐτῷ Βοος. ( ) 2,2 καὶ εἶπεν Ρουθ ἡ Μωαβῖτις πρὸς Νωεμιν Πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσιν κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπεν δὲ αὐτῇ Πορεύου, θύγατερ. ( ) 2,3 καὶ ἐπορεύθη καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων· καὶ περιέπεσεν περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοος τοῦ ἐκ συγγενείας Αβιμελεχ. ( ) 2,4 καὶ ἰδοὺ Βοος ἦλθεν ἐκ Βαιθλεεμ καὶ εἶπεν τοῖς θερίζουσιν Κύριος μεθ ὑμῶν· καὶ εἶπον αὐτῷ Εὐλογήσαι σε κύριος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: