Livre de Ruth
1,9 δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς. καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. ( ) 1,10 καὶ εἶπαν αὐτῇ Μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου. ( ) 1,11 καὶ εἶπεν Νωεμιν Ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἵνα τί πορεύεσθε μετ ἐμοῦ., μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας., ( ) 1,12 ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς, ( ) 1,13 μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν., ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί., μὴ δή, θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ κυρίου. ( Lc 1,38 , )

1,14 καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ορφα τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ρουθ δὲ ἠκολούθησεν αὐτῇ.


( )
1,15 καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ Ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου. ( ) 1,16 εἶπεν δὲ Ρουθ Μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ θεός σου θεός μου· ( ) 1,17 καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. ( ) 1,18 ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ αὐτῆς, ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι. ( ) 1,19 ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ. καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ αὐταῖς καὶ εἶπον Αὕτη ἐστὶν Νωεμιν., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: