Livre des Juges
21,24 καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνὴρ εἰς τὴν φυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ, καὶ ἀπῆλθον ἐκεῖθεν, ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ. ( ) 21,25 ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. ( )
Livre de Ruth
1,1 Καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τῆς Ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωαβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ. ( Mt 7,3 , Lc 6,41 ) 1,2 καὶ ὄνομα τῷ ἀνδρὶ Αβιμελεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμιν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλων καὶ Χελαιων, Εφραθαῖοι ἐκ Βαιθλεεμ τῆς Ιουδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἦσαν ἐκεῖ. ( ) 1,3 καὶ ἀπέθανεν Αβιμελεχ ὁ ἀνὴρ τῆς Νωεμιν, καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς. ( )

1,4 καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ Ορφα, καὶ ὄνομα τῇ δευτέρᾳ Ρουθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.


903 Dict. Amoureux du Judaïsme sur verset 2018-01-19: Les noms sont en fait Orpah et Guilite, fille d'Eglon, roi de Moab. Les deux femmes se convertissent au judaïsme et Guilite prend le nom de Ruth, "la comblée".

904 Dict. Amoureux du Judaïsme sur verset 2018-01-19: Ruth est une figure essentielle du judaïsme. Métaphore de ce que l'être humain peut espérer de meilleur. Elle n'est pas la première convertie, avant elle, il y a eu Jethro, le beau-père de Moïse (dont le nom a la même racine que Ruth, comme si l'une descendait de l'autre). Elle incarne la fidélité en amour, suivant sa belle-mère par fidélité à son mari au prix des plus grands sacrifices. Selon le Zohar, qui lui consacre un chapitre entier, Ruth est bien davantage: l'incarnation de la loi, parce que les lettres de son nom (reiche, vav, tav) forment aussi, dans un ordre différent, le mot Torah. Elle est aussi l'âme humaine, qui accompagne le corps où qu'il aille sur la terre. Elle est encore, et peut-être surtout, la dimension féminine du divin, l'expression de la Chekhinah (la transcendance, expression d'un Dieu qui n'abandonne jamais son peuple, quoi qu'il arrive et où qu'il aille).

( )
1,5 καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλων καὶ Χελαιων, καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς. ( ) 1,6 καὶ ἀνέστη αὐτὴ καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωαβ, ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωαβ ὅτι ἐπέσκεπται κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους. ( ) 1,7 καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ιουδα. ( ) 1,8 καὶ εἶπεν Νωεμιν ταῖς νύμφαις αὐτῆς Πορεύεσθε δὴ ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι κύριος μεθ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ ἐμοῦ· ( ) 1,9 δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς. καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: