Livre des Juges
20,48 καὶ ἀνὴρ Ισραηλ ἀπέκλεισεν τοὺς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξῆς ἕως κτήνους ἕως παντὸς τοῦ εὑρεθέντος εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί. ( ) 21,1 Καὶ ἀνὴρ Ισραηλ ὤμοσεν ἐν Μασσηφα λέγων Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα. ( ) 21,2 καὶ παρεγένοντο πᾶς ὁ λαὸς εἰς Μασσηφα καὶ Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν ( ) 21,3 καὶ εἶπαν Ἵνα τί, κύριε ὁ θεὸς Ισραηλ, ἐγενήθη αὕτη ἐν τῷ Ισραηλ, τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ισραηλ φυλὴν μίαν., ( ) 21,4 καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου. ( )

21,5 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ὁ μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον., ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηφα λέγοντες Θανάτῳ ἀποθανεῖται.


( )
21,6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ περὶ Βενιαμιν τοῦ ἀδελφοῦ αὐτῶν καὶ εἶπαν Ἀφῄρηται σήμερον φυλὴ μία ἐξ Ισραηλ· ( ) 21,7 τί ποιήσωμεν αὐτοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας., καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας. ( ) 21,8 καὶ εἶπαν Τίς μία τῶν φυλῶν Ισραηλ, ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα., καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν. ( ) 21,9 καὶ ἐπεσκέπη ὁ λαός, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ. ( ) 21,10 καὶ ἀπέστειλαν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύθητε καὶ πατάξατε πάντας τοὺς κατοικοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας καὶ τὰς γυναῖκας καὶ τὸν λαόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: