Livre des Juges
20,44 καὶ ἔπεσαν ἐκ τοῦ Βενιαμιν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· σὺν πᾶσιν τούτοις ἄνδρες δυνατοί. ( ) 20,45 καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων, καὶ ἐκαλαμήσαντο ἐν ταῖς ὁδοῖς πέντε χιλιάδας ἀνδρῶν· καὶ προσεκολλήθησαν ὀπίσω αὐτοῦ ἕως Γαδααμ καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας. ( ) 20,46 καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τῷ Βενιαμιν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· σὺν πᾶσι τούτοις ἄνδρες δυνατοί. ( ) 20,47 καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν τῇ πέτρᾳ Ρεμμων τετράμηνον. ( ) 20,48 καὶ ἀνὴρ Ισραηλ ἀπέκλεισεν τοὺς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξῆς ἕως κτήνους ἕως παντὸς τοῦ εὑρεθέντος εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί. ( )

21,1 Καὶ ἀνὴρ Ισραηλ ὤμοσεν ἐν Μασσηφα λέγων Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα.


4075 Bible des peuples sur verset 2018-12-26: Chaque tribu se sent obligée de défendre et de venger ses membres. Il n’y a pas d’autre façon de défendre un individu dans un peuple dépourvu d’autorité centrale. Un crime pouvait donc conduire à la guerre entre les tribus, comme dans l’exemple que nous trouvons ici. Le récit multiplie les chiffres les plus invraisemblables ; c’est sans doute un moyen de dire qu’il y eut de fait une crise fort grave où Benjamin faillit disparaître. La conclusion étrange de cette histoire, avec le rapt des filles de Silo se veut optimiste : malgré tous les péchés et toutes les erreurs de Benjamin, aucune des douze tribus qui sont l’héritage de Yahvé ne peut disparaître. Après des épreuves méritées, un reste sera toujours sauvé.

( )
21,2 καὶ παρεγένοντο πᾶς ὁ λαὸς εἰς Μασσηφα καὶ Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν ( ) 21,3 καὶ εἶπαν Ἵνα τί, κύριε ὁ θεὸς Ισραηλ, ἐγενήθη αὕτη ἐν τῷ Ισραηλ, τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ισραηλ φυλὴν μίαν., ( ) 21,4 καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου. ( ) 21,5 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ὁ μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον., ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηφα λέγοντες Θανάτῳ ἀποθανεῖται. ( ) 21,6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ περὶ Βενιαμιν τοῦ ἀδελφοῦ αὐτῶν καὶ εἶπαν Ἀφῄρηται σήμερον φυλὴ μία ἐξ Ισραηλ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: