Livre des Juges
20,32 καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν Προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν. καὶ οἱ υἱοὶ Ισραηλ εἶπαν Φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς. ( ) 20,33 καὶ πᾶς ἀνὴρ Ισραηλ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ παρετάξαντο ἐν Βααλθαμαρ, καὶ τὸ ἔνεδρον Ισραηλ ἐπάλαιεν ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ δυσμῶν τῆς Γαβαα. ( ) 20,34 καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ, καὶ ὁ πόλεμος ἐβαρύνθη· καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν ἡ κακία. ( ) 20,35 καὶ ἐτρόπωσεν κύριος τὸν Βενιαμιν κατὰ πρόσωπον Ισραηλ, καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐν τῷ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι σπώμενοι ῥομφαίαν. ( ) 20,36 καὶ εἶδεν Βενιαμιν ὅτι τετρόπωται· καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τῷ Βενιαμιν τόπον, ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον, ὃ ἔταξαν πρὸς τὴν Γαβαα. ( )

20,37 καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν Γαβαα, καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας.


( )
20,38 καὶ ἡ συνταγὴ ἦν ἀνδρὶ Ισραηλ πρὸς τὸ ἔνεδρον τοῦ ἀνενέγκαι αὐτοὺς πυρσὸν τοῦ καπνοῦ τῆς πόλεως. ( ) 20,39 καὶ ἀνέστρεψαν ἀνὴρ Ισραηλ ἐν τῷ πολέμῳ, καὶ Βενιαμιν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Ισραηλ ὡσεὶ τριάκοντα ἄνδρας, ὅτι εἶπαν Πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς ὁ πόλεμος ὁ ἔμπροσθεν. ( ) 20,40 καὶ ὁ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τῆς πόλεως στῦλος καπνοῦ· καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως εἰς τὸν οὐρανόν. ( ) 20,41 καὶ ἀνὴρ Ισραηλ ἀπέστρεψεν, καὶ ἔσπευσεν ἀνὴρ Βενιαμιν καὶ εἶδεν ὅτι ἧπται αὐτοῦ ἡ κακία. ( ) 20,42 καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου, καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: