Livre des Juges
20,28 καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγων Εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον μετὰ υἱῶν Βενιαμιν τοῦ ἀδελφοῦ μου ἢ κοπάσω., καὶ εἶπεν κύριος Ἀνάβητε, ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου. ( ) 20,29 Καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα ἐν τῇ Γαβαα κύκλῳ. ( ) 20,30 καὶ ἔταξεν Ισραηλ πρὸς τὸν Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ παρετάξαντο πρὸς Γαβαα καθὼς ἅπαξ καὶ ἅπαξ. ( ) 20,31 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς ἀπάντησιν τοῦ λαοῦ καὶ ἐξειλκύσθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο τύπτειν ἐκ τοῦ λαοῦ καθὼς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία ἀναβαίνουσα εἰς Γαβαα ἐν τῷ ἀγρῷ, ὡσεὶ τριάκοντα ἄνδρας ἐν τῷ ( ) 20,32 καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν Προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν. καὶ οἱ υἱοὶ Ισραηλ εἶπαν Φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς. ( )

20,33 καὶ πᾶς ἀνὴρ Ισραηλ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ παρετάξαντο ἐν Βααλθαμαρ, καὶ τὸ ἔνεδρον Ισραηλ ἐπάλαιεν ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ δυσμῶν τῆς Γαβαα.


( )
20,34 καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ, καὶ ὁ πόλεμος ἐβαρύνθη· καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν ἡ κακία. ( ) 20,35 καὶ ἐτρόπωσεν κύριος τὸν Βενιαμιν κατὰ πρόσωπον Ισραηλ, καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐν τῷ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι σπώμενοι ῥομφαίαν. ( ) 20,36 καὶ εἶδεν Βενιαμιν ὅτι τετρόπωται· καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τῷ Βενιαμιν τόπον, ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον, ὃ ἔταξαν πρὸς τὴν Γαβαα. ( ) 20,37 καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν Γαβαα, καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας. ( ) 20,38 καὶ ἡ συνταγὴ ἦν ἀνδρὶ Ισραηλ πρὸς τὸ ἔνεδρον τοῦ ἀνενέγκαι αὐτοὺς πυρσὸν τοῦ καπνοῦ τῆς πόλεως. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: