Livre des Juges
20,18 καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμιν., καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος. ( ) 20,19 καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαα. ( ) 20,20 καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Ισραηλ εἰς πόλεμον μετὰ Βενιαμιν, καὶ παρετάξαντο μετ αὐτῶν εἰς πόλεμον ἀνὴρ Ισραηλ πρὸς τὴν Γαβαα. ( ) 20,21 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν. ( ) 20,22 καὶ ἐνίσχυσεν ἀνὴρ Ισραηλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τῷ τόπῳ, ᾧ παρετάξαντο ἐκεῖ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ. ( )

20,23 καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμιν τοῦ ἀδελφοῦ μου., καὶ εἶπεν κύριος Ἀνάβητε πρὸς αὐτόν.


4074 Bible des peuples sur verset 2018-12-26: Dans ce récit tout à fait factice avec ses chiffres fantastiques, un fait ressort : Dieu a demandé d’attaquer, on a bien obéi ses ordres, et deux fois on s’est fait battre. Faut-il voir là une méchanceté de l’auteur à l’égard du sanctuaire de Bétel, qui plus tard sera le rival de celui de Jérusalem ? Est-ce une manière de dire qu’il ne fallait pas compter sur ses oracles ? Mais le prêtre est Pinhas, le prêtre héroïque, fils d’Aaron. C’est bien plutôt l’une des mises en garde semées tout au long de la Bible : même si l’on doit faire totalement confiance à Dieu, lui réserve toujours sa liberté et il met à l’épreuve notre foi. Il y a là une parole encourageante pour bien des chrétiens qui, tout au cours de l’histoire, n’ont été fidèles à Dieu que pour aboutir à un échec : Dieu purifie et sanctifie ceux qui lui sont proches (Lévitique 10.3).

( )
20,24 Καὶ προσήλθοσαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ. ( ) 20,25 καὶ ἐξῆλθεν Βενιαμιν εἰς ἀπάντησιν αὐτῶν ἐκ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειρεν ἐκ τοῦ λαοῦ ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν· πάντες οὗτοι ἐσπασμένοι ῥομφαίαν. ( ) 20,26 καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἤλθοσαν εἰς Βαιθηλ καὶ ἔκλαυσαν ἔναντι κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι κυρίου, ( ) 20,27 καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ· καὶ ἐκεῖ ἡ κιβωτὸς διαθήκης κυρίου ἐν ταῖς ἡμέραις ἐκείναις, ( ) 20,28 καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγων Εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον μετὰ υἱῶν Βενιαμιν τοῦ ἀδελφοῦ μου ἢ κοπάσω., καὶ εἶπεν κύριος Ἀνάβητε, ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: