Livre des Juges
20,12 Καὶ ἐξαπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμιν λέγοντες Τίς ἡ κακία αὕτη ἡ γενομένη ἐν ὑμῖν., ( ) 20,13 καὶ νῦν δότε τοὺς ἄνδρας τοὺς ἀσεβεῖς τοὺς ἐν Γαβαα τοὺς υἱοὺς Βελιαλ, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐξαροῦμεν κακίαν ἐξ Ισραηλ. καὶ οὐκ ἠθέλησαν οἱ υἱοὶ Βενιαμιν εἰσακοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν τῶν υἱῶν Ισραηλ. ( ) 20,14 καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἐκ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν τοῦ πολεμῆσαι μετὰ υἱῶν Ισραηλ. ( ) 20,15 καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν Γαβαα· οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ ( ) 20,16 ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται βάλλοντες λίθους πρὸς τὴν τρίχα καὶ οὐ διαμαρτάνοντες. ( )

20,17 καὶ πᾶς ἀνὴρ Ισραηλ ἐπεσκέπησαν χωρὶς τῶν υἱῶν Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες πολεμισταί.


( )
20,18 καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμιν., καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος. ( ) 20,19 καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαα. ( ) 20,20 καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Ισραηλ εἰς πόλεμον μετὰ Βενιαμιν, καὶ παρετάξαντο μετ αὐτῶν εἰς πόλεμον ἀνὴρ Ισραηλ πρὸς τὴν Γαβαα. ( ) 20,21 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: