Livre des Juges
19,23 καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τῆς οἰκίας καὶ εἶπεν πρὸς αὐτούς Μηδαμῶς, ἀδελφοί, μὴ πονηρεύσησθε δή· μετὰ τὸ εἰσεληλυθέναι τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην· ( ) 19,24 ἰδοὺ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ, ἐξάξω δὴ αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης. ( ) 19,25 καὶ οὐκ ἠθέλησαν οἱ ἄνδρες ἀκοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα ἕως τὸ πρωί· καὶ ἐξαπέστειλαν αὐτὴν ἅμα τῷ ἀναβαίνειν τὸν ὄρθρον. ( ) 19,26 καὶ ἦλθεν ἡ γυνὴ τὸ πρὸς πρωὶ καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ πυλῶνος τοῦ οἴκου τοῦ ἀνδρός, οὗ ἦν ὁ κύριος αὐτῆς ἐκεῖ, ἕως οὗ διέφαυσεν. ( ) 19,27 καὶ ἀνέστη ὁ κύριος αὐτῆς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθεν τοῦ ἀπελθεῖν τὴν ὁδὸν αὐτοῦ, καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὴν θύραν, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον. ( )

19,28 καὶ εἶπεν πρὸς αὐτήν Ἀνάστηθι καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη αὐτῷ, ἀλλὰ τεθνήκει. καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον καὶ ἀνέστη ὁ ἀνὴρ καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.


( )
19,29 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν καὶ ἐπελάβετο τῆς παλλακῆς αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν κατὰ τὰ ὀστᾶ αὐτῆς εἰς δώδεκα μερίδας καὶ ἐξαπέστειλεν αὐτὰς εἰς πάσας τὰς φυλὰς Ισραηλ. ( ) 19,30 καὶ ἐγένετο πᾶς ὁ ὁρῶν ἔλεγεν Οὔτε ἐγενήθη οὔτε ὤφθη οὕτως ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐνετείλατο τοῖς ἀνδράσιν, οἷς ἐξαπέστειλεν, λέγων Τάδε ἐρεῖτε πρὸς πάντα ἄνδρα Ισραηλ Εἰ γέγονεν κατὰ τὸ ῥῆμα τοῦτο ἀπὸ ( ) 20,1 Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ, καὶ ἐξεκκλησιάσθη πᾶσα ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα. ( ) 20,2 καὶ ἔστη τὸ κλίμα παντὸς τοῦ λαοῦ, πᾶσαι αἱ φυλαὶ Ισραηλ, ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν σπωμένων ῥομφαίαν. ( ) 20,3 καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον εἰς Μασσηφα. καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Λαλήσατε ποῦ ἐγένετο ἡ κακία αὕτη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: