Livre des Juges
19,10 καὶ οὐκ ἠθέλησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν, καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ μετ αὐτοῦ ζεῦγος ὑποζυγίων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ αὐτοῦ. ( ) 19,11 ἔτι αὐτῶν ὄντων κατὰ Ιεβους καὶ ἡ ἡμέρα κεκλικυῖα σφόδρα· καὶ εἶπεν τὸ παιδάριον πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς τὴν πόλιν τοῦ Ιεβουσαίου ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ. ( ) 19,12 καὶ εἶπεν ὁ κύριος αὐτοῦ πρὸς αὐτόν Οὐ μὴ ἐκκλίνω εἰς πόλιν ἀλλοτρίου, ἣ οὐκ ἔστιν ἐκ τῶν υἱῶν Ισραηλ, καὶ παρελευσόμεθα ἕως Γαβαα. ( ) 19,13 καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Δεῦρο καὶ εἰσέλθωμεν εἰς ἕνα τῶν τόπων καὶ αὐλισθῶμεν ἐν Γαβαα ἢ ἐν Ραμα. ( ) 19,14 καὶ παρῆλθον καὶ ἀπῆλθον· ἔδυ γὰρ ὁ ἥλιος ἐχόμενα τῆς Γαβαα, ἥ ἐστιν τοῦ Βενιαμιν. ( )

19,15 καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν καταλῦσαι ἐν Γαβαα· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἔστιν ἀνὴρ ὁ συνάγων αὐτοὺς εἰς τὸν οἶκον καταλῦσαι.


( )
19,16 καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης εἰσῆλθεν ἀπὸ τῶν ἔργων αὐτοῦ ἐκ τοῦ ἀγροῦ ἑσπέρας· καὶ ὁ ἀνὴρ ἐξ ὄρους Εφραιμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαα, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμιν. ( ) 19,17 καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν τὸν ἄνδρα τὸν ὁδοιπόρον ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ., ( ) 19,18 καὶ εἶπεν πρὸς αὐτόν Διαβαίνομεν ἡμεῖς ἐκ Βηθλεεμ τῆς Ιουδα ἕως μηρῶν ὄρους τοῦ Εφραιμ· ἐγὼ δὲ ἐκεῖθέν εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ ἀποτρέχω, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν· ( ) 19,19 καί γε ἄχυρα καὶ χορτάσματα ὑπάρχει τοῖς ὄνοις ἡμῶν, καί γε ἄρτος καὶ οἶνος ὑπάρχει μοι καὶ τῇ δούλῃ σου καὶ τῷ παιδαρίῳ τοῖς δούλοις σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος. ( ) 19,20 καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: