Livre des Juges
19,1 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ βασιλεὺς οὐκ ἦν ἐν Ισραηλ. καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Εφραιμ, καὶ ἔλαβεν ὁ ἀνὴρ ἑαυτῷ γυναῖκα παλλακὴν ἐκ Βηθλεεμ Ιουδα. ( ) 19,2 καὶ ὠργίσθη αὐτῷ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν ἀπ αὐτοῦ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς εἰς Βηθλεεμ Ιουδα καὶ ἐγένετο ἐκεῖ ἡμέρας τετράμηνον. ( ) 19,3 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη κατόπισθεν αὐτῆς τοῦ λαλῆσαι ἐπὶ τὴν καρδίαν αὐτῆς τοῦ διαλλάξαι αὐτὴν ἑαυτῷ καὶ ἀπαγαγεῖν αὐτὴν πάλιν πρὸς αὐτόν, καὶ τὸ παιδάριον αὐτοῦ μετ αὐτοῦ καὶ ζεῦγος ὑποζυγίων· καὶ ἐπορεύθη ἕως οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ εἶδ ( ) 19,4 καὶ εἰσήγαγεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ αὐτοῦ ἡμέρας τρεῖς, καὶ ἔφαγον καὶ ἔπιον καὶ ὕπνωσαν ἐκεῖ. ( ) 19,5 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἀνέστη τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν γαμβρὸν αὐτοῦ Στήρισον τὴν καρδίαν σου κλάσματι ἄρτου, καὶ μετὰ τοῦτο πορεύεσθε. ( )

19,6 καὶ ἐκάθισαν καὶ ἔφαγον ἀμφότεροι ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα Ἀρξάμενος αὐλίσθητι, καὶ ἀγαθυνθήτω ἡ καρδία σου.


( )
19,7 καὶ ἀνέστη ὁ ἀνὴρ ἀπελθεῖν· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ πάλιν ηὐλίσθη ἐκεῖ. ( ) 19,8 καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος Στήρισον τὴν καρδίαν σου ἄρτῳ καὶ στρατεύθητι, ἕως κλίνῃ ἡ ἡμέρα· καὶ ἔφαγον καὶ ἔπιον ἀμφότεροι. ( ) 19,9 καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ ἀπελθεῖν, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ τὸ παιδάριον αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος Ἰδοὺ δὴ εἰς ἑσπέραν κέκλικεν ἡ ἡμέρα· κατάλυσον ὧδε ἔτι σήμερον, καὶ ἀγαθυνθήτω ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς τὴ ( ) 19,10 καὶ οὐκ ἠθέλησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν, καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ μετ αὐτοῦ ζεῦγος ὑποζυγίων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ αὐτοῦ. ( ) 19,11 ἔτι αὐτῶν ὄντων κατὰ Ιεβους καὶ ἡ ἡμέρα κεκλικυῖα σφόδρα· καὶ εἶπεν τὸ παιδάριον πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς τὴν πόλιν τοῦ Ιεβουσαίου ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: