Livre des Juges
18,20 καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ. ( ) 18,21 καὶ εἶπεν Μιχα Ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι., καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις., ( ) 18,22 αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν. ( ) 18,23 καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα Τί ἐστίν σοι, ὅτι ἔκραξας., ( ) 18,24 καὶ εἶπεν Μιχα Ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι., καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις., ( )

18,25 καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν Μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ ἡμῶν, μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ, καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.


4071 Bible des peuples sur verset 2018-12-26: c’est là un des passages de la Bible où se note le plus d’indifférence devant un massacre sauvage. Les Israélites d’alors ne connaissaient pas la valeur de la vie humaine, celle d’un ennemi ou la leur. Les individus ne comptaient pas, seul le peuple comptait. Pour eux, supprimer un peuple étranger n’était pas plus grave que d’abattre des arbres.

( )
18,26 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ, καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. ( ) 18,27 Καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν· ( ) 18,28 καὶ οὐκ ἔστιν ἐξαιρούμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων, καὶ αὐτὴ ἐν κοιλάδι, ἥ ἐστιν τοῦ οἴκου Ροωβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ ( ) 18,29 καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν, ὃς ἐγενήθη τῷ Ισραηλ· καὶ ἦν Λαις ὄνομα τῇ πόλει τὸ πρότερον. ( ) 18,30 καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δαν τὸ γλυπτὸν Μιχα· καὶ Ιωναθαν υἱὸς Γηρσωμ υἱοῦ Μωυσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως τῆς ἡμέρας τῆς μετοικεσίας τῆς γῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: