Livre des Juges
18,19 καὶ εἶπαν πρὸς αὐτόν Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ ἡμῶν, καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ισραηλ., ( ) 18,20 καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ. ( ) 18,21 καὶ εἶπεν Μιχα Ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι., καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις., ( ) 18,22 αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν. ( ) 18,23 καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα Τί ἐστίν σοι, ὅτι ἔκραξας., ( )

18,24 καὶ εἶπεν Μιχα Ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι., καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις.,


( )
18,25 καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν Μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ ἡμῶν, μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ, καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου. ( ) 18,26 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ, καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. ( ) 18,27 Καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν· ( ) 18,28 καὶ οὐκ ἔστιν ἐξαιρούμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων, καὶ αὐτὴ ἐν κοιλάδι, ἥ ἐστιν τοῦ οἴκου Ροωβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ ( ) 18,29 καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν, ὃς ἐγενήθη τῷ Ισραηλ· καὶ ἦν Λαις ὄνομα τῇ πόλει τὸ πρότερον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: