Livre des Juges
18,16 καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν θύραν τοῦ πυλῶνος, οἱ ἐκ τῶν υἱῶν Δαν. ( ) 18,17 καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν· ἐπελθόντες ἐκεῖ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν, καὶ ὁ ἱερεὺς ἐστηλωμένος παρὰ τῇ θύρᾳ τοῦ πυλῶνος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά. ( ) 18,18 καὶ οὗτοι εἰσῆλθον εἰς οἶκον Μιχα καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς Τί ὑμεῖς ποιεῖτε., ( ) 18,19 καὶ εἶπαν πρὸς αὐτόν Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ ἡμῶν, καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ισραηλ., ( ) 18,20 καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ. ( )

18,21 καὶ εἶπεν Μιχα Ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι., καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις.,


( )
18,22 αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν. ( ) 18,23 καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα Τί ἐστίν σοι, ὅτι ἔκραξας., ( ) 18,24 καὶ εἶπεν Μιχα Ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι., καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις., ( ) 18,25 καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν Μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ ἡμῶν, μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ, καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου. ( ) 18,26 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ, καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: