Livre des Juges
18,13 παρῆλθαν ἐκεῖθεν καὶ ἦλθαν ἕως τοῦ ὄρους Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχα. ( ) 18,14 καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν Εἰ οἴδατε ὅτι ἐν τοῖς οἴκοις τούτοις εφουδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν., καὶ νῦν γνῶτε τί ποιήσετε. ( ) 18,15 καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσήλθοσαν εἰς τὸν οἶκον τοῦ παιδαρίου τοῦ Λευίτου εἰς τὸν οἶκον Μιχα καὶ ἠσπάσαντο αὐτόν. ( ) 18,16 καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν θύραν τοῦ πυλῶνος, οἱ ἐκ τῶν υἱῶν Δαν. ( ) 18,17 καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν· ἐπελθόντες ἐκεῖ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν, καὶ ὁ ἱερεὺς ἐστηλωμένος παρὰ τῇ θύρᾳ τοῦ πυλῶνος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά. ( )

18,18 καὶ οὗτοι εἰσῆλθον εἰς οἶκον Μιχα καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς Τί ὑμεῖς ποιεῖτε.,


( )
18,19 καὶ εἶπαν πρὸς αὐτόν Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ ἡμῶν, καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ισραηλ., ( ) 18,20 καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ. ( ) 18,21 καὶ εἶπεν Μιχα Ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι., καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις., ( ) 18,22 αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν. ( ) 18,23 καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα Τί ἐστίν σοι, ὅτι ἔκραξας., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: