Livre des Juges
15,9 Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενεβάλοσαν ἐπὶ τὸν Ιουδαν καὶ ἐξερρίφησαν ἐν Λεχι. ( ) 15,10 καὶ εἶπαν αὐτοῖς πᾶς ἀνὴρ Ιουδα Ἵνα τί ἀνέβητε ἐφ ἡμᾶς., καὶ εἶπαν οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψων καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν. ( ) 15,11 καὶ κατέβησαν τρεῖς χιλιάδες ἀνδρῶν ἐξ Ιουδα ἐπὶ τὴν ὀπὴν τῆς πέτρας Ηταμ καὶ εἶπαν πρὸς Σαμψων Οὐκ οἶδας ὅτι ἄρχουσιν ἡμῶν οἱ ἀλλόφυλοι, καὶ ἵνα τί ταῦτα ἐποίησας ἡμῖν., καὶ εἶπεν αὐτοῖς Σαμψων Καθὼς ἐποίησαν ἡμῖν, οὕτως ἐποίησα αὐτοῖς. ( ) 15,12 καὶ εἶπαν αὐτῷ Τοῦ δῆσαί σε κατέβημεν καὶ παραδοῦναί σε εἰς χεῖρας ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψων Ὀμόσατέ μοι μὴ ἀποκτεῖναί με ὑμεῖς καὶ παράδοτέ με αὐτοῖς, μήποτε ἀπαντήσητε ὑμεῖς ἐν ἐμοί. ( ) 15,13 καὶ ὤμοσαν αὐτῷ λέγοντες Οὐχί, ἀλλὰ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε εἰς χεῖρας αὐτῶν, θανάτῳ δὲ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν δύο καλωδίοις καινοῖς καὶ ἀνήγαγον αὐτὸν ἐκ τῆς πέτρας. ( )

15,14 καὶ αὐτὸς ἦλθεν ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀπάντησιν αὐτοῦ καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ κατηύθυνεν ἐπ αὐτὸν πνεῦμα κυρίου, καὶ ἐγένοντο τὰ καλώδια τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον, ἡνίκα ἂν ὀσφρανθῇ πυρός, καὶ διελύθησαν


( )
15,15 καὶ εὗρεν σιαγόνα ὄνου ἐρριμμένην ἐν τῇ ὁδῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας. ( Gn 22,3 , ) 15,16 καὶ εἶπεν Σαμψων Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας. ( ) 15,17 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν, καὶ ἔρριψεν τὴν σιαγόνα ἀπὸ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος. ( ) 15,18 καὶ ἐδίψησεν σφόδρα· καὶ ἐβόησεν πρὸς κύριον καὶ εἶπεν Σὺ ἔδωκας ἐν χειρὶ τοῦ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι ἐν δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων. ( ) 15,19 καὶ ἤνοιξεν ὁ θεὸς τὸ τραῦμα τῆς σιαγόνος, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδατα, καὶ ἔπιεν, καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ἀνέψυξεν. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ ἐπίκλητος σιαγόνος ἕως τῆς ἡμέρας ταύτης. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: