Livre des Juges
14,10 καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ Σαμψων πότον ἡμέρας ἑπτά, ὅτι οὕτως ἐποίουν οἱ νεανίσκοι. ( ) 14,11 καὶ ἐγένετο ἐν τῷ φοβεῖσθαι αὐτοὺς αὐτὸν προσκατέστησαν αὐτῷ ἑταίρους τριάκοντα, καὶ ἦσαν μετ αὐτοῦ. ( ) 14,12 καὶ εἶπεν αὐτοῖς Σαμψων Προβαλῶ ὑμῖν πρόβλημα, καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς· ( ) 14,13 καὶ ἐὰν μὴ δυνασθῆτε ἀπαγγεῖλαί μοι, καὶ δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων. καὶ εἶπαν αὐτῷ Προβαλοῦ τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτοῦ. ( ) 14,14 καὶ εἶπεν αὐτοῖς Ἐκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις, καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ. καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας. ( )

14,15 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων Ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ πτωχεῦσαι ἐκαλέσατε ἡμᾶς.,


( )
14,16 καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων ἐπ αὐτὸν καὶ εἶπεν αὐτῷ Μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό. καὶ εἶπεν αὐτῇ Σαμψων Ἰδοὺ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγειλα αὐτό, καὶ σοὶ ἀπαγ ( ) 14,17 καὶ ἔκλαυσεν ἐπ αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἐν αἷς ἦν ἐν αὐταῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνώχλησεν αὐτόν· καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. ( ) 14,18 καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὶν δῦναι τὸν ἥλιον Τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος., καὶ εἶπεν αὐτοῖς Σαμψων Εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν, οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου. ( ) 14,19 καὶ κατεύθυνεν ἐπ αὐτὸν πνεῦμα κυρίου, καὶ κατέβη εἰς Ἀσκαλῶνα καὶ ἔπαισεν ἐκεῖθεν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰς στολὰς αὐτῶν καὶ ἔδωκεν τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα. καὶ ἐθυμώθη ὀργῇ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ. ( ) 14,20 καὶ συνῴκησεν ἡ γυνὴ Σαμψων τῷ νυμφαγωγῷ αὐτοῦ, ὃς ἦν ἑταῖρος αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: