Livre des Juges
14,5 καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθα. καὶ ἐξέκλινεν εἰς ἀμπελῶνα Θαμναθα, καὶ ἰδοὺ σκύμνος λεόντων ὠρυόμενος εἰς ἀπάντησιν αὐτοῦ· ( ) 14,6 καὶ κατηύθυνεν ἐπ αὐτὸν πνεύμα κυρίου, καὶ διέσπασεν αὐτόν, ὡσεὶ διασπάσαι ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ οὐδὲ τῇ μητρὶ ἃ ἐποίησεν. ( ) 14,7 καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ἤρεσεν ἐνώπιον Σαμψων. ( ) 14,8 καὶ ἐπέστρεψεν μεθ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συστροφὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι ἦν. ( ) 14,9 καὶ ἐξεῖλεν αὐτὸ εἰς τὸ στόμα αὐτοῦ καὶ ἐπορεύθη πορευόμενος καὶ ἔσθων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς, καὶ ἔφαγον· καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἐκ τῆς ἕξεως τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι. ( )

14,10 καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ Σαμψων πότον ἡμέρας ἑπτά, ὅτι οὕτως ἐποίουν οἱ νεανίσκοι.


( )
14,11 καὶ ἐγένετο ἐν τῷ φοβεῖσθαι αὐτοὺς αὐτὸν προσκατέστησαν αὐτῷ ἑταίρους τριάκοντα, καὶ ἦσαν μετ αὐτοῦ. ( ) 14,12 καὶ εἶπεν αὐτοῖς Σαμψων Προβαλῶ ὑμῖν πρόβλημα, καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς· ( ) 14,13 καὶ ἐὰν μὴ δυνασθῆτε ἀπαγγεῖλαί μοι, καὶ δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων. καὶ εἶπαν αὐτῷ Προβαλοῦ τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτοῦ. ( ) 14,14 καὶ εἶπεν αὐτοῖς Ἐκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις, καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ. καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας. ( ) 14,15 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων Ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ πτωχεῦσαι ἐκαλέσατε ἡμᾶς., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: