Livre des Juges
12,6 καὶ εἶπαν αὐτοῖς Εἴπατε δὴ Σύνθημα· καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου, καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες. ( ) 12,7 Καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἓξ ἔτη. καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλααδ. ( ) 12,8 Καὶ ἔκρινεν μετ αὐτὸν τὸν Ισραηλ Εσεβων ἐκ Βαιθλεεμ. ( ) 12,9 καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω, καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη. ( ) 12,10 καὶ ἀπέθανεν Εσεβων καὶ ἐτάφη ἐν Βηθλεεμ. ( )

12,11 Καὶ ἔκρινεν μετ αὐτὸν τὸν Ισραηλ Αιλων ὁ Ζαβουλωνίτης. καὶ ἔκρινεν τὸν Ισραηλ δέκα ἔτη.


( )
12,12 καὶ ἀπέθανεν Αιλων ὁ Ζαβουλωνίτης ἐν Αιλιμ, καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλων. ( ) 12,13 Καὶ ἔκρινεν μετ αὐτὸν τὸν Ισραηλ Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης. ( ) 12,14 καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη. ( ) 12,15 καὶ ἀπέθανεν Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθων ἐν γῇ Εφραιμ ἐν ὄρει Λανακ. ( ) 13,1 Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ ἀλλοφύλων τεσσαράκοντα ἔτη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: