Livre de la Genèse
25,26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ησαυ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιακωβ. Ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα. ( ) 25,27 Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος, Ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν. ( Jb 1,1 , Ps 25,11 , ) 25,28 ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ. ( ) 25,29 ἥψησεν δὲ Ιακωβ ἕψεμα· ἦλθεν δὲ Ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων, ( ) 25,30 καὶ εἶπεν Ησαυ τῷ Ιακωβ Γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Εδωμ. ( )

25,31 εἶπεν δὲ Ιακωβ τῷ Ησαυ Ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.


( )
25,32 εἶπεν δὲ Ησαυ Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια., ( ) 25,33 καὶ εἶπεν αὐτῷ Ιακωβ Ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ησαυ τὰ πρωτοτόκια τῷ Ιακωβ. ( ) 25,34 Ιακωβ δὲ ἔδωκεν τῷ Ησαυ ἄρτον καὶ ἕψεμα φακοῦ, καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ησαυ τὰ πρωτοτόκια. ( ) 26,1 Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ· ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα. ( ) 26,2 ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν Μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: