Livre des Juges
11,31 καὶ ἔσται ὃς ἂν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Αμμων, καὶ ἔσται τῷ κυρίῳ, καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα. ( ) 11,32 καὶ διέβη Ιεφθαε πρὸς τοὺς υἱοὺς Αμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ. ( ) 11,33 καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ καὶ ἕως τοῦ ἐλθεῖν εἰς Σεμωιθ εἴκοσι πόλεις ἕως Αβελ ἀμπελώνων πληγὴν μεγάλην σφόδρα, καὶ ἐνετράπησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ. ( ) 11,34 Καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή, καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς ἢ θυγάτηρ. ( ) 11,35 καὶ ἐγενήθη ἡνίκα εἶδεν αὐτήν, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Οἴμμοι, θύγατέρ μου, ἐμπεποδοστάτηκάς με, εἰς σκῶλον ἐγένου ἐν ὀφθαλμοῖς μου, ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σοῦ πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι. ( )

11,36 καὶ εἶπεν πρὸς αὐτόν Πάτερ μου, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ἀνθ ὧν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Αμμων.


( )
11,37 καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου. ( ) 11,38 καὶ εἶπεν Πορεύου· καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη. ( ) 11,39 καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐπετέλεσεν Ιεφθαε τὴν εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα. καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Ισραηλ· ( ) 11,40 ἐξ ἡμερῶν εἰς ἡμέρας συνεπορεύοντο αἱ θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε τοῦ Γαλααδίτου τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ. ( ) 12,1 Καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἦλθον εἰς Σεφινα καὶ εἶπον πρὸς Ιεφθαε Τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ., τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: