Livre des Juges
11,10 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε Κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν. ( ) 11,11 καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ, καὶ κατέστησαν αὐτὸν ἐπ αὐτῶν εἰς κεφαλὴν εἰς ἡγούμενον. καὶ ἐλάλησεν Ιεφθαε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον κυρίου ἐν Μασσηφα. ( ) 11,12 Καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων Τί ἐμοὶ καὶ σοί, ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου., ( ) 11,13 καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε Διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ εἰρήνης. ( ) 11,14 καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε. καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Αμμων ( )

11,15 λέγων Τάδε λέγει Ιεφθαε Οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων


( )
11,16 ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Αἰγύπτου, ἀλλ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης ἐρυθρᾶς καὶ ἦλθεν ἕως Καδης. ( ) 11,17 καὶ ἐξαπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων Παρελεύσομαι διὰ τῆς γῆς σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ. καί γε πρὸς βασιλέα Μωαβ ἀπέστειλεν, καὶ οὐκ ἠθέλησεν. καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης. ( ) 11,18 καὶ διῆλθεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ παρεγένετο κατ ἀνατολὰς ἡλίου τῆς γῆς Μωαβ καὶ παρενέβαλον ἐν τῷ πέραν Αρνων καὶ οὐκ εἰσῆλθον εἰς τὸ ὅριον Μωαβ, ὅτι Αρνων ἦν ὅριον Μωαβ. ( ) 11,19 καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον, καὶ εἶπεν αὐτῷ Ισραηλ Παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου. ( ) 11,20 καὶ οὐκ ἠθέλησεν Σηων διελθεῖν τὸν Ισραηλ διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Ιασσα καὶ ἐπολέμησεν μετὰ Ισραηλ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: